Ancient Greek
138.3
Oribasius Med., Synopsis Ad Eustathium Filium 138.3
Unproofread scanNot analysed yet
ργ'. Ποδαγρικὸς ὁ Πρόχλου· ἰᾶται ποδάγραν καὶ ἰσχιάδα καὶ καθόλου πάσας ἀρθρίτιδας καὶ πόνους πάντας ἐπὶ ἐνιαυτὸν πινόμενος, καὶ πᾶσαν αἴσθησιν ἀκριβεστέραν ἀπεργάζεται, καθαίρων. πρᾶως διὰ οὖραν καὶ τὸ ὅλον σῶμα ὑγιεινότερον κατασκευάζει· ἰᾶται καὶ ἐπιληψίας, σκίρρους ἧπατος καὶ σπληνός. —Χαιμαδρυος γο θ', κενταυρείου λεπίδος ἐγκάρπου γο η', ἀριστολογίας μακρᾶς ὀρεινῆς γο ζ', γεντιανῆς ἀτρήτου γο ε', ὑπερικοῦ γο ε', πειροσελίνου γο δ', μήπου γο γ', ἀγαρικοῦ γο β', φοῦ γο α', μέλιτος κο. β'. Κόπτε καὶ σῖθε ἰδίᾳ ἕκαστον, καὶ μίξας μάλασσε τῷ μέλιτι, καὶ κόψας πλάσσε τροχίσκους ἀνὰ Δα'. Ἡ δὲ χρῆσις καὶ πῶσις εὐπέπλῳ περὶ ὥραν τρίτην μετὰ τὸ διακεχωρηκέναι τὴν γαστέρα· ἀνιέσθω δὲ ὕδατος θερμοῦ κυάθοις δυσί, καὶ λαβὼν βαδίζετω ἢ αἰωρείσθω. Ἡ δὲ