Ancient Greek
145.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 145.9
Unproofread scanNot analysed yet
πρὸς πάντα τὰ ἐν ὀφθαλμοῖς. —Ἔστι δὲ σποδίου Λγ´, χαλκάνθου Κολλύριον τὸ καλούμενον πεπιεσμένον ἄριστον πρὸς οὐλάς καὶ τὰ ὑπερσαρκώματα καὶ πρὸς τραχέων βλεφάρων ἀποκάθαρσιν καὶ πρὸς τὰς ἐκτροπὰς καὶ λιθιάσεις καὶ χαλάζια καὶ σκιρρώδεις διαθέσεις καὶ σιερύγια καὶ ἐγκανθίδας καὶ ψωροφθαλμίας καὶ ὑμῆνων σαχύτητας καὶ ρεύματος πολλοῦ καὶ σαχέος ἀποκάθαρσιν, καὶ πρὸς τὸ ὑδαρὲς καὶ πολὺ ἔπεχει ρέυμα· ἀποτίνει τε γὰρ καὶ ἀποκαθαίρει ἀσφαλῶς, λεπτύνει καὶ σμήχει δάκνον ἰκανῶς, ἀσύγχυτόν τε τηρεῖ τὸν ὀφθαλμὸν, ἥδιστον καὶ προσηνέστατον. —Ἔστι δὲ τοιούδε· χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου ὀβολοὶ δʹ, κρόκου Λαʹ, σμύρνης ὀβολοὶ γʹ, νάρδου ἰνδικῆς ὀβολοὶ βʹ, κυνναμώμου ὀβολοὶ βʹ, μήκωνος ὀβολοὶ βʹ, πεπέρεως κόκκοι ιεʹ, κόμμεως ὀβολοὶ γʹ, οἴνου χίου τὸ ἰκανόν. Εἰ δὲ ποτε προσβάλλοις σποδίου Λδʹ, γίνεται πρὸς πᾶν ρέυμα καὶ ὀφθαλμίαν ἄριστον.