Ancient Greek
156.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 156.2
Unproofread scanNot analysed yet
ρπη'. Πρὸς ἐπιληπτικοὺς τὸ διὰ σκίλλης. —Μελιτηρὸν ἄγγεῖον οὐκέτι ἔχον μέλι παρασκευάσας ἐμβαλὼν σκίλλαν εἰς λεπῖα διαθρύ-ψας ταῖς χερσίν, εἶτα σαμάσας σιγανῷ σώματι, καὶ περιθεὶς ἐξω-θεν ὅλῳ τῷ σίδηματι τοῦ ἀγγείου δέρμα, καὶ δήσας ἀκριβῶς, ἐν χωρίῳ κατατίθεμαι πρὸς μεσημβρίαν μὲν ἐστραμμένῳ, σκεπομένῳ δὲ ἀπὸ τῶν βορείων πνευμάτων ὡς μηδὲ ὅλως ὑπὸ αὐτῶν καταπνεύσθαι. Ποιῶ δὲ τοῦτο κατὰ τὴν τοῦ κυνὸς ἐπιτολὴν ἐν ταῖς τεσσαράκοντα ἡμέραις · ἀτρέμα δὲ πῶς ἐν τισιν αὐτῶν ὑπαλλάττων τοῦ κεραμίου τὴν θέσιν, θερμαίνεσθαι κατὰ πᾶν μέρος ὁμοίως αὐτὸ βουλόμενος, εἶτα μετὰ τὸν χρόνον τῶν τεσσαράκοντα ἡμερῶν εὑρίσκω λύσας τὸ ἄγγεῖον ἠψημένῳ παραπλήσιον τὸ σῶμα τῆς σκίλλης, ἐξερύνηκότα δὲ τὸν χυλὸν αὐτῆς, ὃν ἀνελόμενος ἡδύνω μέλιτι καλλίστῳ καὶ δί-δωμι τοῦτο κατὰ ἑκάστην ἡμέραν κοχλιάριον μεσῖον, τοῖς μὲν παι-δίοις μικρόν, τοῖς δὲ τελείοις μέγα. Καὶ μέντοι καὶ τὸ σωματώδες τῆς σκίλλης κόψας καὶ λειώσας μετὰ μελίτος δίδωμι κοχλιάριον ἐν ὡςπερ εἴρηται. Δευτέραν δύναμιν τοῦτο τοῦ πρόσθεν ἔχειν γίνωσκε.