Ancient Greek
16.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 16.1
Unproofread scanNot analysed yet
χρήσιμος, ὥστε τοῦτον ἀσκητέον· οὕτω γὰρ πλεῖστος ἀήρ εἰς τὸ σῶμα κατὰ τὴν ἀναπνοὴν ἐλθὼν διαστέλλει τὸν τε θώρακα καὶ τὴν κοιλίαν, καὶ τοὺς κατὰ ὅλου τοῦ σώματος πόρους ἀνευρύνει καὶ διοίσει, διόπερ ἐν ταῖς ἀναγνώσεσι τῶν πλεονάζοντων ὑγρῶν 5 ποιεῖται τὰς ἐκκρίσεις, τοῖς μὲν συντονώτερον ἀναγιγνώσκουσι μᾶλλον καὶ διὰ ἰδρώτων, τοῖς δὲ ἐπιεικέστερον ἐντεινομένοις διὰ τῆς ἀδήλως γινομένης διαπνοῆς κατὰ ὅλον τὸν ὀγκόν· συμβαίνει δὲ διὰ τὸν λεπτισμὸν πολλῶν περιττωμάτων ἀναχρεμπτομένων καὶ πτύελων καὶ μύξης καὶ φλέγματος ἐκκρίσιν γίνεσθαι καὶ ἀπανάλωσιν. 10 Τοῖς γε μὴν ἀναθερμάνσεως δεομένοις διὰ ψυχρότητα τίς ἂν ἄλλη προσφορωτέρα γένοιτο βοήθεια τῆς κατὰ τὴν ἀναπνοὴν ἐνεργείας; Δεῖ τοίνυν ἀναγιγνώσκειν πολλάκις ἀνιέντας τὸ σῶμα ἅπαν, καὶ κεχυμένης τῆς σαρκὸς εἰς ἀραίωσιν, διιστᾶντας ἐπίτηδες τὴν τε ἀρτηρίαν καὶ τὰς ἄλλας διεξόδους τοῦ πνεύματος κατὰ τὰς βαρυτά-