Ancient Greek
165.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 165.1
Unproofread scanNot analysed yet
μενοι σίρουθοι, καὶ ὅσοι κατὰ τὰς ἀμπέλους διαιτῶνται, καὶ τῶν περιστερῶν αἱ ἐκ τῶν πύργων ἀμείνους τῶν κατοικιδίων εἰσί, καὶ καθόλου πάντα τὰ γεγυμνασμένα τῶν ἀγυμνάστων, καὶ τὰ ξηροτέραις τροφαῖς χρῶμενα τῶν ὑγροτέραις, καὶ τὰ καθαρὸν καὶ λεπιδὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίων. Καὶ ἰχθύων δὲ τῶν πε- 5 τραίων ἐσθίειν ἰουλίδος καὶ φυκίδος καὶ κοτιύφου καὶ κίχλης καὶ σκάρου, καὶ ἀπλῶς ἀπάντων ὅσοι μαλακὴν τε ἄμα καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα· τῶν δὲ ἤτοι σκληρὰν ἢ γλίσχραν ἔχοντων ἀπέ- 9 χεσθαι παντάπασιν. Μαλακὴ μὲν οὖν ἡ τῶν ὀνίσκων σάρξ, ἀλλὰ 10 ἤττον ψαθυρὰ τῆς τῶν πετραίων· τῶν μέντοι τριγλῶν ψαθυρὰ μὲν, 10 οὐ μὴν καὶ μαλακή. Ταῦτα οὖν ἔχειν ἄμφω τὰ γνωρίσματα περὶ παντὸς ζῴου σαρκός, τὸ μαλακὸν τε καὶ ψαθυρόν, καὶ τούτοις προσέχων τὸν νοῦν, ὅ μὲν ἂν ὑπάρχῃ τὸ συναμφότερον, εἰς χρόνον ἐσθίειν, τῶν δὲ ἄλλων ὅ μὲν μηδέτερον, ἀπέχεσθαι παντάπασιν, ὅ δὲ ἕτερον μόνον, ἐσθίειν μὲν ποτε καὶ τοῦδε τῶν ἄλλων ἀπορή- 15 σαντα, φυλάττεσθαι δὲ εἰς χρόνον, ὥστε καὶ ὀνίσκων καὶ τριγλῶν καὶ τῶν ἄλλων ψελαγίων ἰχθύων ἐξέσται σοι προσφέρεσθαι μὴ παρόντων πετραίων, καὶ μᾶλλον ὅσοι διὰ νάπυος ἐσθίονται, καθάπερ 11 ὁ σκορπίος. Ἔστι δὲ δή τινα γένη ζῴων οἷς ὑπάρχει μὲν τὸ ἕτερον ὧν εἶπον γνωρισμάτων, ἀλλὰ διὰ τὴν ἀμετρίαν ἑτέρου φυλάττεσθαι 20 χρὴ καὶ τὴν τούτων ἑδωδήν· αἱ μὲν γὰρ ἑχέλεις, καὶ τὰ ψλεῖσια τῶν μαλακίων τε καὶ σελαχίων, καίτοι μαλακὴν ἔχοντα τὴν σάρκα, διὰ τὸ γλίσχρον καὶ φλεγματώδες αὐτῆς ἰκανῶς ἐστὶ βλαβερά· τοῖς δὲ λεπτινοῦσι διαίτῃ χρῆσθαι δεομένοις ἐπιτρέπειν ἐκ τῶν σελαχίων ἐσθὶν ἡ νάρκη καὶ ἡ τρυγὼν μόνα, καὶ χρῆσθαι δὲ ποτε καὶ 25 12 τούτοις ἐγχωρεῖ μὴ παρόντων πετραίων. Τῆς δὲ αὐτῆς ἐστὶ δυνα- 13 μews τὰ τε βούγλωττα καὶ ἡ ψῆτα. Καὶ τοῖς ἀλεκτρυόσι δὲ, εἰ γυμνάζοιτό τις, οὐ κωλύω κεχρῆσθαι, καὶ περιστεραῖς καὶ τρυγόσι,