Ancient Greek
168.3
Oribasius Med., Synopsis Ad Eustathium Filium 168.3
Unproofread scanNot analysed yet
δ' Ὅσα γλίσχρον χυμὸν γεννᾷ. Τῶν πυρῶν ὅσοι μὲν βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοὶ γλίσχροι · ὅσοι δὲ κουφοὶ καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔνδον ἤττον τοιοῦτοι. Καὶ ἡ σεμίδαλις δὲ καὶ ὁ χόνδρος ἰκανῶς γλίσχρα. Τέ-νοντες καὶ ἀπονευρώσεις καὶ τὰ περὶ τὰ χεῖλη μόρια, καλλωδὺν, χοίρειον πᾶν κρέας, καὶ ἡ τῶν ἀρνῶν σάρξ, τὸ τοῦ σησάμου σπέρμα, βολβοί, φοῖνικες οἱ λιπαροί.