Ancient Greek
176.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 176.1
Unproofread scanNot analysed yet
καὶ κακοχύμων αἱ τε τῶν ἄρων εἰσὶ καὶ τῶν γογγυλίδων ἃς βουνιάδας ὀνομάζουσι, καὶ τῆς καλουμένης καροῦς. Ὄλιμον κακοχυμότατον · γογγυλὶς ἡ ὠμοτέρα, κράμβη, βολβοὶ μὴ καλῶς ἐψηθέντες. Κρόμυνα δὲ καὶ σκόροδα καὶ θράσα καὶ ἀμπελόπρασσα δίσερθα γενόμενα τὴν κακοχυμίαν ἀποτίθεται. Κακὸχυμα δὲ ἐστὶ πάντα ἐσχάτως ἃ καλοῦσιν ἄγρια λάχανα, Ἡριδακίνη, χονδρίλη, σκάνδιξ, γιγγύδιον, σέρις, κιχώριον. Οἴνων οἱ παχεῖς ἄμα καὶ δυσώδεις καὶ ἀηδεῖς καὶ αὐστηροί, οἷός ἐστιν ὁ φαῦλος βιβυνοὸς ὁ ἐν τοῖς μεγάλοις κεραμίοις · ὁ γὰρ ἐν τοῖς μικροῖς οὔτε εὐχυμὸς ἐστίν, οὔτε κακόχυμος, ἀλλὰ μέσος.