Ancient Greek
179.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 179.2
Unproofread scanNot analysed yet
ιθ'. Ὅσα κακοστόμαχα. Ἄρκευθίδες δάκνουσι τὸν στόμαχον, κεδρίδες δὲ μᾶλλον· μιμαῖκυλον, ἀμάραντον, ἄγνου σπέρμα. Τεῦτλα κακοστόμαχα, ὡς καὶ δημῶν ἐμποιεῖν ὅταν πλεῖονα βρωθῇ· λάπαθον ὁμοίως. Ὦκιμον, γογγυλὶς ἢ ὠμοτέρα· βλίτον, ἀτράφαξος, εἰ μὴ μετὰ ὀξους καὶ γάρου καὶ ἐλαίου προσφέροιτο. Τήλις ἀνατρέπει, καὶ σήσαμον ὁμοίως. Γάλα τοῖς μὲν ψυχρὰν ἔχουσι τὴν κοιλίαν ὀξύνεται, τοῖς δὲ θερμὴν κυισούται· εἰκῶτος οὖν βλαβερόν ἐστι καὶ τοῖς πυρέτουσιν. Εἴ τις τοῦ μέλιτος πλεῖον προσενέγκοιτο, πρὸς ἔμετον ὀρμᾷ. Πέπων μὴ καλῶς σεφθεὶς χολερικοὺς ἀποτελεῖν εἴωθεν· καὶ γὰρ καὶ πρὶν διαφθαρήναι εἰς ἔμετον ἐπιτηδεῖός ἐστι, καὶ πλεῖον βρωθείς, ἐὰν μὴ τις αὐτῷ τι τῶν εὐχύμων ἐδεσμάτων ἐπιφάγῃ, κινήσει πάντως ἔμετον· καὶ μηλοπέπων, [ἀλλὰ οὐχ] ὁμοίως. Ἔγκέφαλος πᾶς κακοστόμαχος καὶ ναυτιώδης, ὥσπερ καὶ ὁ τῶν ὀσίων μυελός. Οἶνος μέλας καὶ αὐσῆρὸς ράδιως ἀποξύνεται καὶ εἰς ἔμετον ὀρμᾷ, καὶ ὁ παχύς καὶ νέος. Ὡς δὲ ἐν φαρμάκοις, ἀβρότονον, σέριφον, ἀφρόνιτρον.