Ancient Greek
184.4
Oribasius Med., Synopsis Ad Eustathium Filium 184.4
Unproofread scanNot analysed yet
κη'. Ὅσα ἐν σιτίοις ὑπάγει γαστέρα. Φακὴ καὶ κράμβη, καὶ τῶν θαλαττίων σχεδὸν ἅπαντα τὰ ὀστρακόδερμα καλούμενα σύνθετον ἔχει τὴν φύσιν ἐξ ἐναντίων δυνάμεων· αὐτὸ μὲν γὰρ τὸ σιχεδὸν ἑκάστου σῶμα βραδύπορόν ἐστι καὶ σλαλτικὸν τῆς γαστρός, ἡ δὲ ὑγρότης ἐρεθίζει πρὸς ἐκκρίσιν. Εἰ τις οὖν καθεψήσας φακὴν ἢ κράμβην, ἢ τι τῶν θαλασσίων ζῴων ὧν εἶπον, εἶτα ἡδύνας τὸ ἀφέψημα δι' ἐλαίου καὶ γάρου καὶ ὠπερέως, ἔπειτα δοῖν πίνειν ὅτῃ βούλεται, ἑσάσεται διαχωροῦσαν ἐπὶ τῷ πόματι τὴν κοιλίαν. Καὶ τῶν θαλαττίων οὖν ἐχίνων καὶ τῶν κογχαρίων πάντων οἱ ζωμοὶ καὶ τῶν σαλαίων ἀλεκτρυόνων ὑπᾶγουσιν. Τὴν δὲ κράμβην ὑπάγειν βουλομένοι, πλῆσιον κειμένης τῆς κανκάβης μετὰ τοῦ ὕδατος ἐν ᾧ περ ἂν ἠψημένη τύχῃ, ἀνασπῶντες εὐθέως ἐμβαλλομεν τῷ γαρελαίῳ · χρὴ δὲ μὴ πᾶνυ καθεῖν αὐτήν. Ἄρτοι πιτυρίται ὑπᾶγουσι διὰ τε τὸ ἐν τῇ γαστρὶ πολὺ ποιεῖν περιτίωμα καὶ διὰ τὸ ρυπλικῆς δυνάμεως μετέχειν τὸ πίτυρον. Τή-