Ancient Greek
188.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 188.1
Unproofread scanNot analysed yet
κων ἐλάτῳω μὲν τῶν ὀστρακοδέρμων, ἔχει δὲ οὖν καὶ αὐτὰ τὸν ἄλυκὸν χυμόν, ὃν ἐὰν ἐναποθῆται τῷ ὕδατι, ὥσπερ τῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων, ἡ σάρξ ἐπισχετικὴ γίνεται γαστρός. Καὶ φακὴ δὲ καὶ κράμβη δίσερβοι γενόμεναι καὶ τὸν χυλὸν ἀποθέμεναι γαστρὸς ἐφεκτικαὶ γίνονται, καὶ ξηράναι βουληθέντες ὑγρὰν γαστέρα, ὅταν ἤδη μετρίως ἠψῆσθαι δοκῇ ἡ κράμβη, τὸ πρότερον ὕδωρ ἀποχέοντες ἐμβαλοῦμεν εὐθέως ἑτέρῳ θερμῷ, κἄπειτα πάλιν ἐν ἐκείνῳ καθεψήσομεν ὥστε ταχερὰν γενέσθαι. Χρὴ δὲ μήτε ἀέρος, μήτε ὕδατος ψυχροῦ ψαύειν τὸ δις ἐψόμενον· οὐχ ἔτι γὰρ ἀκριβῶς γίνεται ταχερόν, οὐδ’ ἂν ἐπὶ πλεῖστον ἐψῆς. Ἀφαιρεθεῖσα δὲ ἡ φακὴ τοῦ λέμματος τὸ ἰσχυρῶς στυπτικὸν ἀπόλλυσι, καὶ οὐχ ὁμοίως ξηραίνει τὰ κατὰ τὴν γαστέρα ρεύματα· εἰ μέντοι πλίσας αὐτὴν καὶ δις ἐψήσας ἀποχεοὶς τὸ πρότερον ὕδωρ, εἶτα ὀλίγον ἄλῶν ἢ γάρου συμμίξας ἐμβάλλοις τι τῶν ἐφεκτικῶν γαστρὸς ἄχρι τοῦ μὴ λυπηθῆσαι τὴν γεῦσιν, ἧδιστόν τε καὶ ὠφελιμώτατον ἔργασον φάρμακόν τε ἄμα καὶ σιτίον. Ἄλφιτα δι’ οἴνου αὐστηροῦ ὠοθέντα ξηραίνει γαστέρα. Ὄρυζα ἐπέχει· ἔλυμος ἤτοι μελίνη, κέγχρος, τὰ τηγανιστὰ πάντα, λάγεια κρέα, οἶνος ὁ αὐστηρὸς καὶ μέλας ἄνευ γλυκύτητος, καὶ ὁ λευκὸς δὲ καὶ αὐστηρός, καὶ ὁ κιρρὸς καὶ αὐστηρός.