Ancient Greek
189.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 189.9
Unproofread scanNot analysed yet
λβʹ. Ὅσα ψύχει. δριμότητος. Στρύχνον δραστηρίων ψύξιν σίγφουσαν ἔχει. Ὕδωρ. Ὑδατώδης οἶνος οὐ σαφῶς θερμαίνει· διὸ καὶ τοῖς πυρέτουσιν ἀκινδυνώτερον δίδεται. Οἶνος δὲ λευκὸς καὶ αὐστηρὸς ἠκιστα, ὡς ἐν οἴνοις, θερμαίνει· ὁ δὲ λευκὸς ἄμα καὶ αὐστηρὸς καὶ παχύς καὶ νέος αἰσθητῶς ψύχει. Καὶ τὸ ὄξος· λεπτομερὲς δὲ ὑπάρχει· διὸ καὶ τὰ νεῦρα πλῆν τῶν ἄλλων ψυχόντων βλάπτει διαδιδόμενον εἰς βάθος. Μέσα δὲ ὡς θερμαινόντων καὶ ψυχόντων ἐστί· ἄρτοι ἁλυτοί, ἄμυλον, αἱ οἰνώδεις τῶν σιταφυλῶν.