Ancient Greek
19.1 to 19.6
Oribasius Med., Synopsis Ad Eustathium Filium 19.1-6
Unproofread scanNot analysed yet
πλάντες καὶ τῷ ἀφθόνῳ τῆς τροφῆς. Καὶ τὸ σήγανον τοίνυν, ὅτι γεννημένους, καὶ καθάρεσις ὡσαύτως, καὶ διάρροιαν ἐξαπναίαν· τὴν κεχρονισμένην δὲ ἐπιζηλοῦσιν. Καὶ τὰς σφοδρὰς ἐπιθυμίας οὐκ ἐπαινῶ, ἀλλὰ κελεύω τότε δὴ πλεῖον ἀντέχειν, καὶ μάλιστα οἷς νόσημά τί ἐστιν. πνεῦμα συμπέσσει καὶ ἀφανίζει, διὰ τοῦτο καὶ τὰς μίξεις ἀμβλύνει. Μεγάλως δὲ ἐπαινῶ καὶ τοὺς βότρυς· ὑγραίνουσί τε γὰρ καὶ πνεύματος ἐμπιπλάσι τὸ αἷμα ὃ δὴ ἐξορμᾷ πρὸς ἀφροδίσια. Τῷ μέλλοντι δὲ ἀφροδισιάζειν πλῆσμονὰς προσφάτους φυλακτέον καὶ ἀπεψίας καὶ μέθας καὶ ἐνδείας· κακὸν δὲ καὶ ἐπὶ περιττώμασι μίγεσθαι καὶ πρὸ γυμνασίων καὶ λουτρῶν. Καλλίστον οὖν ἐπὶ σίτῳ μίγεσθαι μὴ ἐμπλησθέντα· καὶ γὰρ καὶ πρὸς τὴν ἰσχύν συμφέρει, καὶ ψύξεις αἱ ἐπιγιγνόμεναι ὅσον γίνονται· ἐπὶ πόνοις