Ancient Greek
191.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 191.1
Unproofread scanNot analysed yet
δύναμιν σπερμάτων τε καὶ λαχανωδῶν φυτῶν, ἀπάντων μὲν ξηραινόντων, ἀλλὰ ἤτοι μᾶλλον ἢ ἧττον. λδ' Ὅσα ὑγραίνει. Πτισάνη, κολοκύνθη ἐφθὴ, πέπωνες, μηλοπέπωνες, σῖκνοι, κάρυον τὸ χλωρὸν, κοκκύμηλα, συκόμορα. Συκάμινα τὰ μὴ διαφθαρέντα ὑγραίνει μὲν πάντως, ψύχει δὲ οὐ πάντως, εἰ μὴ ψυχρὰ ληφθείη. Θριδακὴν ὑγραίνει· ἴντυβοι ταύτης ἀσθενέστερον. Ἄνδράχνη· μαλάχη δὲ καὶ βλίτον καὶ ἀτράφαξυς ὑδατωδέσιστα λαχανῶν ἐστίν. Ὑγροὶ δὲ εἰσιν οὐκ ὀλίγοι καὶ ἄλλων δένδρων καρποί, καὶ μάλιστα ὧν οὐδὲ εἰς ἀπόθεσιν ἀγαγεῖν ἐστίν. Ὑγραίνει καὶ τὸ τῆς θριδακίνης καὶ τὸ τῆς μήκανος σπέρμα. Κῦαμοι χλωροί, ἐρέβινθοι χλωροί. Ὕδωρ ὑγραίνει καὶ ψύχει· θερμανθὲν δὲ ὑγραίνει καὶ θερμαίνει.