Ancient Greek
192.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 192.1
Unproofread scanNot analysed yet
ἀρχὰς ἐμβάλλοις, οὐ βλάψεις τὴν ἕψιν. Οὐ μὴν ἄλλο τι χρὴ μιγνύνειν ὅτι μὴ πράσου βραχὺ καὶ ἄνηθου, καὶ ταῦτα εὐθὺς ἐν ἀρχῇ. Ἡ δὲ φακοπτισάνη σκευάζεται καλῶς ψιλείνου ψλισάνης ἐμβαλλομένης καὶ ἀρτυομένης ὁμοίως, πλὴν ὅτι θύμβρας ἢ γλῆχους ἐμβαλεῖν αὐτῇ χρή. —Ἡδίστον δὲ ἐστὶν ἔδεσμα κολοκύνθη μετὰ ταρίχους ἐν πατέλλῃ σκευασθεῖσα. —Τοῖς δὲ ἀσθενῶς κάρτα ἔχουσι καὶ μὴ δυνάμενοι προσδέχεσθαι παχυτέραν ὕδατος τροφήν, ἀποβρέχειν κράτιστον καὶ ἕψειν καὶ τρίβειν τὴν τροφήν. Ἀποβρέχοι μὲν οὖν ἂν τις τὸ ἄλφιτον καὶ τὸ καπυρὸν τῶν ἄρτων· ψιλείστην δὲ ἀφίᾶσι δύναμιν οἱ ἄρτοι ὡς θερμότατοι κλασθέντες καὶ ἀποβραχέντες. Τῶν δὲ ἀφεψομένων ἐτι μᾶλλον τὸ σῶμα κρεῖττον καὶ τροφιμώτερόν ἐστιν. Τοῖς δὲ πυρέττοις δεῖ τὴν κριθὴν μὴ περιπλίσσειν, ἀλλὰ ψιλύναντα ἕψειν τῷ ὕδατι· πρῶτον δὲ χλιάναντα ἀποχεῖν, καὶ