Ancient Greek
209.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 209.9
Unproofread scanNot analysed yet
δυσώδες, προαμελξασαν οὕτω προστίθεσθαι τὸ παιδίον· τὸ δὲ δριμῦ ε'. Κομιδὴ παιδίου. Πρώτην τροφὴν εἰσφέρειν δεῖ τῷ νεογνῷ παιδίῳ τοῦ μέλιτος · 1 μετὰ δὲ τοῦτο τοῦ γάλακτος διδόναι δις τῆς ἡμέρας ἢ τρίς τὸ ὠλεῖσιον · ὅταν δὲ αὐτὸ τε πρῶθυμον ἢ λαμβάνειν καὶ ἐλπίδας παρέχῃ ἐκπέψειν, τῆνικαῦτα ἤδη καὶ σιτίων διδόναι μὴ ἐμπιπλᾶσαν. Εἰ δὲ 2 5 πού λαθόντα πληρωθείη, ὑπνωδέστερά τε εὐθὺς γίνεται καὶ νωθρότερα, καὶ ὀγκος ἐν γαστρὶ ἔνεισι καὶ φύσα, καὶ οὐρεῖ ὑδατωδέστερα, οἷς χρή τεχμαιρομένην μηδὲν διδόναι ἕσπε ἂν καταναλώσῃ. Ἄρκει 3 δὲ ἔτη δύο τρέφειν τῷ γάλακτι, τὸ δὲ ἐντεῦθεν μεταβάλλειν πρὸς σιτία.