Ancient Greek
216.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 216.1
Unproofread scanNot analysed yet
ιδ'. Δίαιτα νηπίου καὶ τῶν ἐφεξῆς ἡλικιῶν ἄχρι τῶν παρακμαζόντων. Τοὺς νηπίους ἀπὸ τοῦ γάλακτος γεγυότας ἐπὶ ἀνέσει τε ἐξὼ καὶ 1 ἱλαρότητος γυμνασία, καὶ τροφὰς αὐτοῖς προσφέρειν ἐλαφράς· ἀπὸ δὲ τῶν ἐξ καὶ ἐπλὰ ἑτῶν τοὺς τε παῖδας καὶ τὰς κόρας γραμματισταῖς παραδιδόναι στραέσι καὶ φιλανθρώποις· οὗτοι γὰρ μετὰ ἀνέσεως 5 καὶ χαρᾶς διδάσκουσιν· ἡ δὲ ἄνεσις τῶν ψυχῶν εἰς εὐτροφίαν σώματος μεγάλα συμβάλλεται· τοὺς δὲ δαδεκαετέῖς τῶν παίδων πρὸς τε γραμματικούς φοιτᾶν ἤδη καὶ γεωμέτρας καὶ τὸ σῶμα γυμνάζειν ἀναγκαῖον. Ἀπὸ δὲ τῶν τεσσαρακαίδεκα ἑτῶν μέχρι τῶν τριῶν ἑβδο- 2 10 μάδων ἀρμόσει μαθημάτων ἀσκήσις καὶ φιλοσόφων λόγων κατήχησις, καὶ γυμνασία πλείονα παραλαμβάνειν διὰ τὴν ἰσχύν τοῦ σώματος, ὅπως καὶ ψυχὴ καὶ σώματι πονοῦντες ταῖς ὁρμαῖς κωλύωνται χρῆσθαι ταῖς εἰς ἀφροδίσια. Συναιρετέον δὲ καὶ τὸν οἶνον ἐπὶ τοῦ- 3 των. Τοῖς δὲ ἀκμάζουσιν ἀρμόζει δίαιτα τελεία καὶ ψυχῆς καὶ σώ- 4