Ancient Greek
222.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 222.1
Unproofread scanNot analysed yet
σώματα καὶ φάρμακα λεπτύνοντα καὶ τέμνοντα ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς. Διαιτῶν οὖν αὐτοὺς ἐπὶ ὀξυμέλιτι, βραχὺ τι καὶ ἁλισάνης, ἐνίοτε δὲ καὶ μελιχράτου διδόνται. Ἐπεὶ δὲ καὶ τὸ ὑποχόνδριον ἅπασιν τοῖς τοιούτοις ἐπήρται τε καὶ ἐμπεφύσται, καὶ ῥαδίως, ὅ τι περ ἂν προσάρωνται, πνευματοῦνται, βέλτιον ἂν εἴη διδόναι τι σὺν τῇ τροφῇ πεπέρεως· ἄμεινον δὲ καὶ τῷ διοσπολιτικῷ χρῆσθαι φαρμάκῳ καὶ τῷ διὰ τριῶν πεπέρεων τῷ ἀπλῷ. Καὶ ὀξὺ μέλι δὲ χρησιμώτατον αὐτοῖς ἐστίν. Ποτῷ δὲ χρήσθωσαν ἀπομέλιτι, καὶ μάλιστα ὅταν ὀξυνθῇ, καὶ τῶν οἴνων τοῖς ὀξυσμένοις ἄτρεμα καὶ τῶν ἐδεσμάτων τοῖς λεπτύνουσιν ἄνευ τοῦ θερμαίνειν, οἷα σῆρ ἐστὶ καὶ ἡ κάππαρις εἰ διὰ ὀξυμελίτος ἢ διὰ ὀξελαιοῦ λαμβάνοιτο. Ὁ δὲ τενωδὴς κόπος ὅταν ἄνευ γυμνασιῶν συνιστῆται, πολλὸς ἐνδείκνυται διατείνον τὰ στερεὰ τοῦ ζῴου μόρια. Δῆλον δέ, ὅταν αἵματος ἢ πολλὸς, ἄριστον ἤτοι φλέβα τέμνειν, ἢ ἀποσχοῦν