Ancient Greek
225.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 225.1
Unproofread scanNot analysed yet
δράδη καὶ φλεγματώδη περιττώματα κατὰ τὸ τῶν πρεσβυτῶν ἀθροίζεται σῶμα, τὴν τε οὐρήσιν ἐπὶ ἡμέρα προτρέπειν χρῆ, ὑπάγειν τε τὴν γαστέρα διὰ ἐλαίου μάλιστα, καταφροφούντας αὐτὸ πρὸ τῶν σιτίων. Εὖδηλον δὲ ὅτι καὶ τὰ λαχανώδη πάντα πρὸ τῶν σιτίων ἐσθίειν χρῆ διὰ ἐλαίου τε καὶ γάρου. Ἐπὶ πλῆον δὲ ἐπισχεθείσης τῆς γαστρὸς καὶ ἡ λινόζωσις αὐτάρκης ἐστὶ καὶ κυῆκος. Ποιεῖ δὲ καὶ τερμινθίνη· λαμβάνειν δὲ αὐτῆς ἐνίοτε μὲν καρποῦ ποντικοῦ τὸ μέγεθος, ἐνίοτε δὲ δυοῖν ἢ τριῶν. Ἔχεῖν δὲ καὶ ἐλαίου διὰ κλυσμοῦ τοῖς ἐπεχομένοις χρησιμώτατον.