Ancient Greek
229.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 229.1
Unproofread scanNot analysed yet
κε’ Ὄδόντων φυλακτικά. Οἱ ὀδόντες οὐκ ἀπογενήσονται ἢν τις ταῦτα ποιή· φυλάσσεσθαι πρῶτον δεῖ διαφθορὰς σιτίων· φυλάσσεσθαι δὲ καὶ συνεχῶς ἐμεῖν· ὑφορᾶσθαι δὲ καὶ ἔδωδά ὅσαι μὴ σύμφοροι ὀδοῦσι, σῦκα ξηρὰ καὶ μέλι ἐφθόν τῷ σκληρὸν ἄγαν εἶναι, καὶ φοίνικας ὅσοι δύσθρυπλοι, καὶ πάντα ὅσα τῆς κόλλης ἔχει, καὶ τὰ καταγύμμενα μόλις. Ὁλέκει ὀδόντας καὶ τὰ αἰμωδιάν ἐμποιοῦντα καὶ τὰ κατάψυχρα καὶ τὰ σαπρὰ πάντα. Δεῖ δὲ καὶ μετὰ τὰ δεῖπνα ἐκκαθαίρειν τοὺς ὀδόντας.