Ancient Greek
234.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 234.1
Unproofread scanNot analysed yet
Εἰ δὲ συνεχῶς τις φαίνοιτο νοσῶν, εἰ μὲν πλῆθωρικός, σκοπὸς 2 ἔστω σοι παρὰ ὅλην τὴν ὑγιεινὴν δίαιταν, ὅπως ἀεὶ συμμετροὺς ἔχει τοὺς χυμοὺς· εἰ δὲ διὰ κακοχυμίαν, ὅπως ἀρίστους. Τῶν μὲν 3 οὖν πλῆθώραν ἀθροιζόντων, τοὺς μὲν ἀντικρυς εἰς τὸ βαλανεῖον εἰσ- 5 ἰόντας ἔπειτα τρίψει τε κεχρῆσθαι καὶ τι βραχὺ κεκονίσθαι πρότερον· ὅσοι δὲ ἐθῆσαν τὰ τοιαῦτα ποιεῖν, ἐπὶ ὀλίγον μὲν αὐξῆσαι καὶ αὐτὰ ταῦτα συμβουλεύσομεν, ἀφελεῖν δὲ τι καὶ τῶν τροφῶν, καὶ τὰς ὀλιγοτρόφους προσφέρεσθαι. Τῶν δὲ κακοχυμίαν ἀθροιζόν- 4 των οὐχ εἷς ἐστὶν ὁ σκοπός, ὅτι μηδὲ τῆς κακοχυμίας ἰδέα μία· τινὲς 10 μὲν γὰρ ψυχροτέραν τε καὶ φλεγματικωτέραν ἀθροίζουσι, τινὲς δὲ θερμότεραν τε καὶ χολώδεστέραν, ἔνιοι δὲ ὑδατώδεστέραν, ὥσπερ ἄλλοι μελαγχολικωτέραν ἀθροίζουσιν. Ἄφεκτέον οὖν ἑκάστῳ σιτίων 5