Ancient Greek
235.3
Oribasius Med., Synopsis Ad Eustathium Filium 235.3
Unproofread scanNot analysed yet
Διαφθορὰς τῶν σιτίων ἐν τῇ γαστρὶ γινομένης, οἷς μὲν ὑπέρχεται τὰ διεφθαρμένα, μέγιστον ἐφόδιον εἰς ὑγείαν ἔχουσιν· οἷς δὲ οὐχ ὑπέρχεται, διὰ τῶν ἀλύπως ὑπαγόντων ἐρεθιστέον. Τοῖς δὲ οὕτω διακειμένοις συμφέρουσι καὶ οἱ πρὸ τροφῆς ἔμετοι διὰ οἴνου πώσεως γλυκεὸς γινόμενοι· συμβουλεύειν δὲ αὐτοῖς χρὴ μηδὲν κυνσῶδες ἢ βρωμῶδες ἢ ὅλως εὐφθαρτον σιτίον προσφέρεσθαι, τὰ εὐχυμα δὲ ἐκλέγεσθαι. Τοῖς δὲ οὕτως ἔχουσιν ἐκ διαλειμμάτων χρόνου συμμέτρου τῆς γαστρὸς ὑπαγωγαὶ συμφέρουσι διὰ τῶν μετριῶς καθαιρόντων.