Ancient Greek
242.1 to 242.3
Oribasius Med., Synopsis Ad Eustathium Filium 242.1-3
Unproofread scanNot analysed yet
λζ´. Περί τῶν κατεψυγμένων. Καταψύξεως δὲ ἰκανῆς γενηθείσης κατακλίνειν ἐν τόποις θερμοῖς αὐτούς, συναλείφοντας κυπρίνῳ ἢ ἱρίνῳ· μετὰ δὲ ταῦτα σμικρὸν ἀναθερμανθέντων διδόναι πέπερι καὶ σμύρναν μετὰ οἴνου λευκοῦ εὐώδους παλαιοῦ, ἢ ὀπὸν κυρναϊχὸν μετὰ οἴνου, ἢ ὄξους, ἢ 5 πύρεθρον, ἢ καστόριον μετὰ ὄξους· τροφὴν δὲ προσφέρειν θερμοτέραν καὶ σύμμετρον. λζ´. Περί τῶν ἐγκεκαυμένων. Ἐγκαύσεως δὲ γενομένης κατακλίνεσθαι μὲν ἐν τόποις εὐπνοῖς, προσκλίζεσθαι δὲ τὸ τε πρόσωπον καὶ τὰς χεῖρας καὶ τὰ σκέλη ψυχροῖς ὕδασιν· προσδίψους δὲ γενοῦντας πίνειν ψυχρὸν ὕδωρ, οἷς 10 σύνηθες. Ταῦτα δὲ ποιεῖν ἐκ τοῦ κατὰ ὀλίγον καὶ μὴ ἀθρόως· τροφὴν δὲ λαμβάνειν ὀλίγην εὐδιοίκητον, ὑγροτέραν μᾶλλον ἢ σιτωδεστέραν.