Ancient Greek
244.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 244.1
Unproofread scanNot analysed yet
λθ´ Τί ποιητέον ἐν ταῖς δυσκράτοις καταστάσεσιν. Ἐκ τῶν Γαληνοῦ. Σκοπεῖν ἐν ἀπάσαις ταῖς καταστάσεσι δεῖ τὴν ἡλικίαν καὶ τὴν φύσιν ἑκάστου τῶν ἀνθρώπων ὅπως ἔχει σχέσεως πρὸς τὴν κατάσλασιν· αἱ μὲν γὰρ ὁμοiai κατασλάσεις νοσώδεις εἰσίν, αἱ δὲ ἐναντῖαι συμφέρουσι, καὶ τοῖς μὲν εὐκράτοις σώμασιν αἱ μὲν εὐχρατοι κατασλάσεις ὑγιεῖναι, βλαβεραὶ δὲ αἱ δύσκρατοι. Ἄλλὰ ὥσπερ οὐδεμία τῶν δυσκράτων καταστάσεων ἀγαθὴ τοῖς εὐκράτοις ἐστίν, οὕτως οὐδὲ μεγάλως βλαβερά καθάπερ τοῖς δυσκράτοις· ὅσα γὰρ ἐγγὺς ἤδη τοῦ νοσεῖν ἐστὶ σώματα νόσον τοιάνδε διὰ τὴν οἰκείαν δυσκρασίαν, ταῦτα ὑπὸ τῆς ὁμοίας τοῦ περιέχοντος ἡμᾶς ἀέρος δυσκρασίας ἐξελέγχεται· τὰ δὲ ἐναντίως κεκραμένα τῷ περιέχοντι πρὸς τῷ μηδὲν ἀδινεῖσθαι γίνεται βελτιώ, τὴν ἀμετρίαν τῆς κράσεως