Ancient Greek
247.2 to 248.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 247.2-248.1
Unproofread scanNot analysed yet
μα'. Πῶς ἀνατρέψειν δεῖ τοὺς κατισχνηθέντας. Ὅσους δὲ ἀνατρέψειν βουλόμεθα καταλεπλυσμένους, οἶνον μὲν δώσομεν τὸν παχύν, ἐδέσματα δὲ τὰ παχύχυμα, καὶ γυμνάσια δὲ τὰ βραδέα, καὶ τρίψιν μετρίαν, καὶ ἀπλῶς εἰπεῖν, ἀπαντα τοῖς προειρημένοις τὰ ἐναντία. Ἐπιτήδειον δὲ ἐστὶν αὐτοῖς καὶ τὸ πιττοῦσθαι διὰ ἡμερῶν τριῶν ἢ τεσσάρων. Εἰ δὲ νηστεῖς λούουντο, πρὸ τοῦ λουτροῦ χρὴ σινδόνι ἀνατρίβειν τὸ σῶμα μέχρις ἂν φοινιχθῇ, κἄπειτα σκληρᾷ τρίψει μὴ πολλῇ πιλοῦντα τὸ δέρμα συκνὸν καὶ σκληρὸν ἐργάζεσθαι. Δεῖ δὲ καὶ ὀξυθυμίας ἐμποιεῖν τοῖς ἀχροοῦσι τε καὶ ἀτροφοῦσι, καὶ συγχινήσεις ψυχικάς.