Ancient Greek
265.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 265.1
Unproofread scanNot analysed yet
καὶ γαστέρα· ψυχροτέρου δὲ στενότης φλεβῶν, φλέγμα πλεῖον, αἷμα ψυχρότερον, ἡ σύμπασα τοῦ σώματος ἐξὶς ψυχρότερα χωρὶς εἰ μὴ τι πρὸς τῆς καρδίας θερμαίνοιτο, ψιλὰ τριχῶν ὑποχόνδρια καὶ γαστήρ· ξηροτέρου δὲ τὸ μὲν αἷμα παχύτερόν τε καὶ ὀλιγω- 5 τερὸν, καὶ αἱ φλέβες ξηρότεραι, καὶ ἡ σύμπασα τοῦ σώματος ἐξὶς ξηρότερα. Τοῦ δὲ ὑγροῦ γνωρίσματα τὸ μὲν αἷμα πλεῖόν τε καὶ ὑγρόν· αἱ φλέβες δὲ μαλακώτεραι· οὕτω δὲ καὶ τὸ σύμπαν σῶμα, 3 ψιλὸν εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττοι. Θερμοῦ δὲ αἷμα καὶ ξηροῦ σημεῖα λασιώτατον ὑποχόνδριον καὶ αἷμα παχύτερόν τε αἷμα καὶ ὀλιγώτερον, ἡ πικρὰ χολὴ πλείστη· κατὰ δὲ τὴν ἄκμην 10 καὶ ἡ μέλαινα· φλεβῶν εὐρύτης καὶ σκληρότης· οὕτω δὲ καὶ τὸ σύμπαν σῶμα θερμὸν καὶ ξηρόν· ἡ μὲν γὰρ ἀπὸ καρδίας ὁρμωμένη θερμότης νικῆσαι δύναται τὴν ἐξ ἡπατος ὁρμουμένην ψυχρότητα, καθάπερ γε καὶ ἡ ψυχρότης τὴν θερμότητα· τὴν ξηρότητα δὲ οὐχ οἷόν τε πρὸς τὸναντίον ὑπὸ τῆς καρδίας ὑγροτέρας 15