Ancient Greek
268.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 268.9
Unproofread scanNot analysed yet
καὶ πρὸ τροφῆς δις καὶ τρὶς οὕτοι λούμενοι καὶ τοῖς αὐτοφυέσι ὑβ´. Διόρθωσις τῶν ψυχρῶν δυσκρασιῶν. Τῶν δὲ ψυχρῶν δυσκρασιῶν τρεῖς εἰσὶ διαφοραὶ, ὧν χειρίστη 1 μέν ἐστιν ἡ ξηρὰ κράσις· ὁ γὰρ ἐν χρόνῳ τοῖς γηράσιν γίνεται, τοῦτο εὐθὺς ἐξ ἀρχῆς ὑπάρχει τούτοις. Ὑγραίνειν τε οὖν αὐτοὺς χρὴ 2 καὶ θερμαίνειν· ἔσται δὲ τοῦτο γυμνασίοις τε συμμετρόις καὶ τροφαῖς ὑγραῖς τε καὶ θερμαῖς, οἴνου τε πόσει τῶν θερμότερων, ὕπνοις 5 τε πλείοσι, προνοουμένων ἡμῶν ὅπως τὰ κατὰ ἑκάστην ἡμέραν ἐν 3 τῷ σώματι γεννώμενα περιττώματα ἐκκενῶται πάντα. Τὰ δὲ ἀφροδίσια πάντας τοὺς ξηροτέρους βλάπτει, καὶ μάλιστα τοὺς πρὸς τῇ ξηρότητι καὶ ψυχροῦς· μόνοις δὲ ἐστὶν ἀλαβῆ τοῖς θερμοῖς καὶ 4 ὑγροῖς. Μοχθηραὶ δὲ αἱ μετὰ ὑγρότητος ψυχραὶ κράσεις εἰσὶ, καὶ 10 μάλιστα αὗται τοῖς ῥευματικοῖς ἀλίσκονται νοσήμασιν, ὀνίνησί τε αὐτὰ ἀλουσία τε καὶ γυμνασία πλείονα καὶ δίαιτα λεπτοτέρα καὶ 5 χρίσματα μετρίως θερμαίνοντα. Ὅσοι δὲ ψυχρότεροι μέν εἰσὶ φύ-