Ancient Greek
27.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 27.2
Unproofread scanNot analysed yet
16. Περὶ ἀρτηριτομίας. 1 Ἀρτηρίας δὲ διαιροῦσιν οἱ ἰατροί, τὰς μὲν ἐν τοῖς κροτάφοις ἐπὶ τοῖς ἐν ὀφθαλμοῖς ρέυμασιν ὅσα θερμὰ καὶ πνευματώδη, τὰς δὲ ὀπίσθεν τῶν ὤτων ἐπὶ σκοταματικῶν, καὶ μάλιστα ὅσοι χρόνιois νόσημασι κεφαλῆς θερμοῖς καὶ πνευματώδεσι κάμνουσιν. Ἡδὴ δὲ καὶ διὰ ἄλλα πᾶθη περὶ κεφαλὴν συνιστάμενα χρόνια χέχρηνται τινες ἀρτηριτομίαις τῶν ὤτων ὀπίσθεν· ἄλλας δὲ διαιρεῖν ἀρτηρίας ὀκνοῦσι διὰ τὸ δυσεπίσχετον τῆς αἱμορραγίας, καὶ ὅτι τῆς διαιρέσεως εἰς οὐλὴν ἰούσης ἀνεύρυσμα γίνεται.