Ancient Greek
271.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 271.1
Unproofread scanNot analysed yet
ἰασὶς ἐστίν. Ἄλλῃ δὲ ξηρότης ἐστὶν ἡ κατὰ τὰς μικρὰς ἀρτηρίας τε καὶ 4 φλέβας συνισταμένη. Ταύτας τὰς ξηρότητας θεραπεύειν προσῆκεν 5 ὑγραίνουση τροφῇ πληροῦντα τῆς οἰκείας ὑγρότητος ἕκαστον τῶν ὁμοιομερῶν. Λουτρὸν οὖν ἐπιτηδεῖον εὐκρατον, ἐνδιατρίβοντος τοῦ 6 κάμνοντος ψαλέον τῷ ὕδατι· μετὰ δὲ τὸ λουτρὸν εὐθέως γάλα διδόναι ὄνειον νεβέδαλτον. Δεῖ δὲ καὶ μέλιτος ὀλίγου χλιαροῦ μιγνύνειν τῷ γάλακτι, καὶ μετὰ τοῦτο ἐὰν ἡσυχάζειν ἄχρι τοῦ δευτέρου λουτροῦ· τρίβειν δὲ τηνικαῦτα μετρίως τε ἄμα καὶ λιπαρῶς, εἰ ἀκριβῶς κατεῖργασται τὸ δοθὲν γάλα, ταῖς ἐρυγαῖς καὶ τῷ τῆς γαστρὸς ὀγκῷ 7 τεκμαιρομένους. Σύμμετρος δὲ ἀπὸ τοῦ πρώτου λουτροῦ πρὸς τὸ 8 δεύτερον ὡρῶν ἰσημερινῶν τεσσάρων ἢ πέντε χρόνος, εἰ τὸ τρίτον ἐπὶ μέλλοις λούειν αὐτόν· εἰ δὲ μή, ψλειόνων. Καὶ μὲν δὴ καὶ ἐπα- 9 λείφειν αὐτὸν ἐλαίῳ πρὶν ἀμφιέννυσθαι κατὰ ἕκαστον λουτρὸν. Εἰ μὲν οὖν ἡδοῖτο τῷ γάλακτι, καὶ μετὰ τὸ δεύτερον λουτρὸν δώσομεν·