Ancient Greek
287.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 287.2
Unproofread scanNot analysed yet
ἡ'. Ἱᾱσις τῶν ἐπὶ σηπεδόνι πυρετῶν. Τῶν δυνάμεων ἰσχυρῶν ὑπαρχουσῶν τὸν ἐπὶ σηπεδόνι πυρέσσοντα φλεβοτομητέον αὐτίκα χωρὶς ἀπεψίας τῆς κατὰ γαστέρα· τῆς δυνάμεως δὲ ἀσθενοῦς ὑπαρούσης, ἢ καλουύσης τῆς ἡλικίας, οὐ φλεβοτομήσεις. Μετὰ δὲ τὴν κένωσιν τοῦ αἵματος ἐκκαθαίρειν χρὴ τὰ σεσηπτότα διὰ οὐρῶν καὶ γαστρὸς καὶ ἰδρώτων· εἰ δὲ αὐτόματά ποτε τὴν ὁρμὴν ἐπὶ τὸ στόμα τῆς γαστρὸς ποιήσαιτο, καὶ διὰ ἐμέτων· ἄλλως δὲ οὐ χρὴ παρὰ φύσιν ἐρεθίζειν. Ἐκλεκτέον δὲ ὕλας ὅσαι χωρὶς τοῦ θερμαίνειν καὶ ξηραίνειν ἰκαναὶ τὰς εἰρημένας κενώσεις ἐργάζεσθαι, καθάπερ ὁ τε τῆς ὀλίσανῆς χυλὸς καὶ τὸ μελίκρατον, ὀξύμελί