Ancient Greek
291.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 291.1
Unproofread scanNot analysed yet
διὰ ἐμέτων τε καὶ κάτω, καὶ τοῖς οὖροις δὲ καὶ ἰδρώσι ποδηγεῖν. 2 Τὴν μὲν οὖν γαστέρα μαλακοῖς κλύσμασι κενοῦν· τὰ δὲ οὖρα προτρέπειν σελίνου τε καὶ ἄνηθου τοῖς πόμασιν ἐναποβρέχοντα, καὶ ἤν σοι σημεία πέψεως φαίνηται, Σαβρῶν ἤδη καὶ τοῦ ἀψιθίου διδó- ναι· λουτρὰ δὲ διὰ ὕδατος θερμοῦ ποτίμου· καὶ μήτε νίτρου, μήτε ἁλῶν, μήτε νάπυος ἐν τοῖς λουτροῖς προσπάττειν, ἀλλὰ ὅτι μάλιστα 3 θερμὸν ἔλαιον περιχέας ἐμβάλλειν. Τοὺς δὲ φιλούτρους οὐδὲ εἰ δις λούεις, ἀμαρτάνοις ἂν· εἰ δὲ καὶ πέψεως σημεῖα τῆς νόσου φαίνοιτο, κἂν εἰ πλεονάκις λούοις, οὐκ ἂν ἀμαρτοῖς. Οἶνον δὲ πρὶν μὲν 4 πέττεσθαι τὸ νόσημα, παντάπασιν εἴργειν· ἀρξαμένου δὲ πέττεσθαι λεπτὸν καὶ ὑδαρὴ καὶ ὀλίγον τὴν γε πρώτην διδόναι· σιτία δὲ 5 ὅσα ὑγραίνει καὶ ψύχει χρήσιμα. Ἀπέχειν δὲ μέλιτος καὶ νάπυος καὶ ταρίχου καὶ τῶν δριμέων πάντων καὶ οἴνων τῶν φύσει θερμῶν.