Ancient Greek
297.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 297.1
Unproofread scanNot analysed yet
τριταίῳ μὲν ἀκριβεῖ ὁ ἀκριβὴς καῦσος, ἀμφημερίῳ δὲ ὁ κατὰ ἑκάστήν ἡμέραν παραξυνόμενος, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενος· οὕτω δὲ καὶ τετάρταιῳ ὁ διὰ τετάρτης· ὁ τε γὰρ ἀκριβὴς καῦσος τὰλλα πάντα φυλάττων ἀκριβοῦς τριταίου γνωρίσματα μόνῳ τῷ μὴ μετὰ ρίγους εἰσβάλλειν, μήτε εἰς ἀπυρεξίαν παύεσθαι διενήνοχεν, ὁ τε κατὰ ἑκάστην ἡμέραν παραξυνόμενος ὁμοίως πάντα ἔχει τὰ γνωρίσματα τοῖς ἀκριβέσιν ἀμφημερίοις, τῷ μὴ παύεσθαι δὲ εἰς ἀπυρεξίαν διαφέρει τοῦ ὁμογενοῦς ἀμφημερίου. Κατὰ ταῦτά δὲ καὶ ὁ διὰ τετάρτης μὲν παραξυνόμενος, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενος ὁμογενὴς ἐστὶ τῷ τετάρταιῳ. Συνεχὴς μὲν οὖν ἐστὶ πυρετὸς ὁ εἰς ἀπυρεξίαν πρὶν τελῶς λυθῆναι μὴ παυόμενος· ὅταν δὲ μηδὲ παρακμη τις φαίνηται, τοῦ γένους μὲν ἐστὶ καὶ οὗτος τῶν καυσωδῶν, ὀξύτητι δὲ αὐτῶν διενήνοχεν.