Ancient Greek
298.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 298.1
Unproofread scanNot analysed yet
ιζ´. Θεραπεία συνεχῶν πυρετῶν. Τῶν συνεχῶν πυρετῶν ἰασίς ἐστί φλεβοτομία ἄχρι λιποθυμίας · μὴ φλεβοτομηθέντες δὲ οἱ τοιούτῳ πυρετῷ πυρέττοντες εἰς ἔσχατον ἤκουσι κίνδυνον. Εἰ δὲ διὰ τι κωλυθείημεν κενῶσαι διὰ φλεβοτόμου, τοῖς ἄλλοις δεῖ χρήσθαι βοηθήμασι τοῖς ἐκφράττουσι καὶ τὸ πλῆθος κενοῦσι καὶ πραινύουσι τὸ ζέον τῶν πυρετῶν. Ὅταν δὲ ποτε ἐπὶ αὐτῶν ἴδῃς τὰ τῆς πέψεως τῶν χυμῶν σημεῖα, καὶ μήτε ἐν κυρίᾳ μορίῳ φλεγμονώδης ὀγκος ἢ οἰδηματώδης ἢ σκιρράωδης εἴη, μήτε τι μόριον ψυχρόν ὡς εἰς αὐτὸ κατασκήψαι τὴν βλάβην, θαρρῶν δίδου τὸ ψυχρόν, καὶ μάλιστα εἰ ψυχροπότης ὁ κάμνων εἴη.