Ancient Greek
303.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 303.1
Unproofread scanNot analysed yet
11 γὰρ ἄλλο ἢ ὀστᾶ καὶ δέρμα μόνον εἰσίν· Καὶ εἰ γυμνώσας ἐπισκέπτοιο τὰ κατὰ τὴν γαστέραν, δοῖ σοι μήτε τῶν ἐντέρων, μήτε τῶν σπλάγχνων μηδὲν ἀποσώζεσθαι, καὶ τὸ ὑποχόνδιον δὲ ἀνεσπάρ- 12 σθαι σφοδρῶς. Καὶ τὸ δέρμα δὲ αὐτοῖς ἔσχατος καρφαλέον ἐστίν. 13 Ὁ σφυγμὸς ἰσχυρὸς καὶ σκληρὸς καὶ πυκνός, ἡ τε θερμασία κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἄμαυρά, μετὰ ὀλίγον δὲ τὸ τε δριμὺ 14 καὶ διαβρωτικὸν ἐνδείκνυται. Μέχρι μὲν οὖν τοῦ σώζεσθαι τι τῆς ὑγρασίας, ἔκτικὸς μόνον ὁ πυρετὸς ἐστίν· ὅταν δὲ εἰς κίνδυνον ἦκη τοῦ μηκέτι εἶναι τῆς τοιαύτης ὑρότητος μηδὲν, ἀκριβὴς ἤδη μαρασμὸς συνίσταται.