Ancient Greek
305.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 305.1
Unproofread scanNot analysed yet
ἤτοι συνελθόντων εἰς ἕνα καιρὸν τῶν δύο παραξυσμῶν, ἢ εὐθὲς ἐξ 4 ἀρχῆς ἀνακεκραμένων ἀλλήλοις ἀμφοτέρων. Ὅταν μὲν οὖν ὁ τριταῖος ἐπικρατήῃ, φρικωδέστερος ὁ πυρετὸς γίνεται, καὶ τι καὶ ρίγους 5 προσλαμβάνει κατὰ τὴν ἐπίσημασίαν. Εὐθὺς δὲ ὁ τοιοῦτος θερμότερὸς ἐστὶ καὶ καυσωδέστερος καὶ τινα χολῆς ἔμετον, ἢ διαχώρησιν, ἢ ἰκμάδα φέρει· ἑτέρου δὲ τοῦ φλεγματώδους πλεονεκτοῦντος ἐπικρατοῦσι μὲν αἱ ψύξεις τῶν ἄκρων, ὀλίγαι δὲ εἰσιν αἱ φρίκαι· 6 οὐ μὴν οὐδὲ διψώδεις εἰσίν, οὐδὲ καυσώδεις. Ἐπειδὰν δὲ ἴσοι κατὰ τὸ μέγεθος ὑπάρχωσι ὁ τε τριταῖος διαλείπων καὶ ὁ ἀμφημεριδὴς 7 συνεχὴς, ἡ μὲν εἴσβολὴ τοῦ παραξυσμοῦ μετὰ φρίκης γίνεται. Καὶ 10 ἡνίκα μὲν ἂν ὁ ἐκ τοῦ φλεγματώδους ἐπικρατήσῃ χυμοῦ, συσῑολαὶ γίνονται καὶ φρίκαι· εἰ δὲ ὁ θερμότερος ἐπικρατήσειεν, ἄθρόως 8 ἐνθερμαίνονται. Τοιοῦτος μὲν τίς ἐστιν ὁ ἀκριβὴς ἡμιτριταῖος ἐξ ἰσοσθενοῦς κράσεως δυοῖν πυρετῶν γινόμενος, τριταίου διαλείποντος