Ancient Greek
306.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 306.9
Unproofread scanNot analysed yet
Ch. 24; 1. 3. νόσους τοῖς πολλοῖς F; τρέπει τὰς κράσεις, ἤτοι θερμότερος ἀμέτρως, ἢ ψυχρότερος, ἢ ξηρότερος, ἢ ὑγρότερος γινόμενος· τοῖς μὲν γὰρ ἄλλοις αἰτίοις οὔτε πάντες ἄμα περιπίπτομεν, οὔτε διὰ ὅλης ἡμέρας ὁμιλοῦμεν, ὁ δὲ περιέχων ἡμᾶς ἀὴρ ἐξωθέν τε περιέχεται πᾶσι, καὶ ἐλκεται διὰ τῆς εἰσπνοῆς. Ἀναγκαῖον οὖν συνδιατίθεσθαι ταῖς κατὰ τὴν κράσιν ἐξαλλαγαῖς αὐτοῦ τὰ τῶν ζῴων σώματα. Ταῦτα οὖν ὁ γινώσκων οὐ προγνώσεται μόνον τὰς γενησομένας νόσους ἐν ἐκάστη τῶν καταστάσεων, ἀλλὰ καὶ καλύσει γενέσθαι, ταῖς τοῦ περιέχοντος ἀμέτροις κράσεσι τὴν ἐναντίαν ἐπιτεχρώμενος δίαιταν. Ὅσα μὲν οὖν ἐγγὺς ἤδη τοῦ νοσεῖν ἐστὶ σώματα νόσον τινα διὰ τὴν οἰκείαν δυσκρασίαν, ταῦτα ὑπὸ τῆς ὁμοίας τοῦ περιέχοντος ἡμᾶς κράσεως ἐξελέγχεται· τὰ δὲ ἐναντίως κεκραμένα τῷ περιέχοντι πρὸς τὸ μηδὲν ἀδικεῖσθαι γίνεται βελτίω, τὴν ἀμετρίαν τῆς κράσεως τῆς ἐναντίας ἀμετρίας κολαζούσης, καὶ ὁ γινώσκων τοῦτο τὴν ὑγίειαν φυλάξει τοῖς σώμασι