Ancient Greek
312.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 312.1
Unproofread scanNot analysed yet
ἀρχῇ τῆς νόσου προσθήκει, τὸ μὲν πρῶτον ἀπὸ τῶν σκελῶν ἄνωθεν 5 κάτω διὰ σινδόνων μετρίως τραχυτέρων, ἐφεξῆς δὲ καὶ ὅλας τὰς χεῖρας ἄνωθεν κάτω κατὰ τὸν αὐτὸν τρόπον τρίβειν. Ἐπειδὰν δὲ ἰκανῶς τὰ κῶλα φαίνηται θερμὰ, καὶ φόβος ἢ κοπώδους συναίσθη- 5 σews, ἐλαίῳ χαλαστικῷ χρησιέον· ἀπέχεσθαι δὲ τῶν σιλυφότων· χειμῶνος δὲ ὄντος καὶ διαφορητικῷ χρησιέον, οἷον ἐστὶ τὸ σικυώνιον ἔλαιον καὶ τὸ χαμαιμήλινον. Τρίψαντας δὲ ἐπὶ πλείσilon τὰ κῶλα 6 μετὰ ταῦτα χρὴ τὸ μὲν ἔλαιον ἀπομάτλειν, εἶναι δὲ ἐπὶ τὴν ῥάχιν ὅλην καὶ ταύτην ἀνατρίβειν ὁμοίως, εἶτα αὖθις ἐπὶ τὰ σκελῆ με- 10 τιέναι, καὶ ἐκ τούτων αὖθις ἐπὶ τὰς χεῖρας, εἶτα ἐπὶ τὴν ῥάχιν, ὅλης τῆς ἡμέρας τοῦτο πράττοντας. Ἐπιτηδειότατον τούτοις ἐστὶ τὸ 7 μελίκρατον, ἐνεψηθέντος ὕσσώπου, καὶ χρὴ μήτε σιτίον αὐτοῖς, μήτε βόφημα, μήτε ὕδωρ διδόναι, μήτε ἐπιτρέπειν ὅλως πιεῖν δαψιλές, ἀλλὰ ἀρκεῖσθαι τῷ μελικράτῳ μόνῳ κατὰ τὰς τρεῖς τὰς πρῶ-