Ancient Greek
316.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 316.2
Unproofread scanNot analysed yet
κθʹ. Περὶ ὀδύνης. Ἡ μὲν οὖν ναρκάδης ὀδύνη διὰ ψυχρὰν γίνεται διάθεσιν· ὁ δὲ σφυγματώδης πόνος ἴδιός ἐστι μεγάλης φλεγμονῆς. Ἐὰν δὲ ὡς ὑπὸ σκόλοπος ἐμπεπαρμένου, ἢ ὡς ὑπὸ τρυπάνου τιτράσθαι νομίζῃ, παχέος ἐντέρου τὸ εἶδος τῆς ὀδύνης ἐστίν. Ὁ δὲ νυγματώδης συνίσταται περὶ τὰς ὑμένας. Ὁ δὲ διαίστων πόνος συμβαίνει ταῖς σφοδροτάταις οὐχ ἑτεροκρανίαις μόνον, ἀλλὰ καὶ ταῖς κεφαλαίαις· ἐστὶ δὲ διαίστων ὅταν ὡσπερ ἀπὸ ρίζης ἀρχόμενος τοῦ πρωτοπαθοῦντος μορίου φέρεται ταχέως εἰς τὰ περιεἰμένα. Διατείνοντες δὲ εἰσιν ἐκατέρωσε τῶν νεύρων οἱ πόνοι, διότι καὶ τείνεται πρὸς ἄμφω τὰ