Ancient Greek
317.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 317.1
Unproofread scanNot analysed yet
σφέρατα. Ἡμισία δὲ εἰς πλάτος ἐκτεταμένους ἔχει τοὺς πόνους τὰ νεῦρα. Τονώδεις τε καὶ ναρκώδεις ἐπιφέρει τοὺς πόνους ὁ ὑπὸ τῷ δέρματι τεταγμένος ὑμὴν· οἱ δὲ μεταξὺ τῆς σαρκὸς οἷον διασπῶντες εἰσὶ γὰρ πολλοὶ καὶ ἀνωμαλῶς ἐμφυόμενοι τε καὶ περιλαμεδόντες αὐτήν. Οἱ δὲ τῶν περικειμένων τοῖς ὀστοῖς ὑμένων βύθιοι τέ εἰσιν, αὐτῶν τε τῶν ὀστῶν ἐπάγουσι φαντασίαν ὡς ὀδυνωμένων. Ὅταν οὖν μηδὲν ἔξωθεν τῆς ὀδύνης αἴτιον φαίνεται γινόμενον, ἐπίσκεψαι τὴν προηγησάμενην δίαιταν, εἴ ἐστιν ἀργότερα παρὰ τὸ ἔθος, ἢ σιτίοις ἐχρήσατο πλείοσιν ὁ ἄνθρωπος, ἢ πολυτρόφοις, ἢ συνήθης ἐκκρισις ἐπεσχέθη· εἰ γὰρ τι τούτων, ἢ καὶ πάντα φαίνοιτο, πλῆθος αἴτιόν ἐστι τῆς ὀδύνης, καὶ ὅτι τάχιστα κένωσον τὸν ἄνθρωπον· οὕτω γὰρ ἐξέσται σοι καὶ μετὰ ψάσης ἀσφαλείας τοῖς ἀποκρουομένοις τὰ ρεύματα κατὰ τῶν ὀδυνωμένων χρῆσθαι μερῶν. Εἰ μὲν