Ancient Greek
323.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 323.1
Unproofread scanNot analysed yet
λε' Περί ἀνορεξίας. Εἰ μὲν διὰ μοχθηροὺς χυμοὺς ἡ ἀνορεξία γίνοιτο, δοτέον αὐτοῖς ἐκεῖνα τῶν ἑδεσμάτων τε καὶ ῥωμάτων ἃ τοὺς τοιούτους χυμοὺς ἤτοι γε ἀπορρύψαντα διὰ ἐμέτων ἢ διὰ τῆς κάτω κοιλίας ἐκκρίνειν πέφυκεν, ἢ ἐπικεράσαντα βελτίους ἐργάζεσθαι. Εἰ δὲ διὰ ἀρρώστιαν δυνάμεως ἀνορεκτοῦσιν, ἐπειδὴ πᾶσα δύναμις ἀρρωστεῖ διὰ δυσκρασίαν τῶν μορίων, χρὴ τὸ τῆς δυσκρασίας εἶδος διὰ τῶν ἐναντίων ἰᾶσθαι.