Ancient Greek
324.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 324.1
Unproofread scanNot analysed yet
τριχας ἢ δτα ἀνατείνοντες. Ἀνακτηθεῖσι δὲ ἄρτον ἐν κράματι ἢ ἄλλο τι τῶν εὐαναδότων δίδου. λζ'. Περὶ δίψους ἀμέτρου. Τὴν μὲν σᾶνυ μικρὰν δίψαν γίνεσθαι νόμιστέον διὰ ξηρότητα τῶν μορίων ἢ ξηρότητα διὰ ὧν φέρεται τὸ ὑγρὸν ἐκ τοῦ στόματος εἰς τὴν κοιλίαν, καὶ ἴαμα τῆς μὲν ξηρότητός ἐστιν ὕπνος, τῆς δὲ θερμότητος ἡ ἐγρήγορσις. Ἐνιοὶ μέντοι διψώδεις ἐξ ὕπνου γίνονται διὰ τὴν τῶν ἐδηδεσμένων θερμότητα, καὶ ἴαμα τούτων ἐστὶ τὸ ψυχρὸν σῶμα. Μοχθηρῶν δὲ ἐπιθυμοῦσι σωμάτων, ὥσπερ καὶ σιτίων ἀνάλογον, τῇ κρατοῦσῃ πακοχυμίᾳ διψεσιν ἀπαύστοις καταληφθέντες ἐξ ὧνπερ καὶ ἀποθάνοντας οἶδα· ποτε τοὺς τε φαγόντας ἐχίδνας διψάδας, καὶ τοὺς ἐξ οἴνου παλαιοῦ μεθυθέντας, καὶ τοὺς ἐν τῷ