Ancient Greek
328.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 328.1
Unproofread scanNot analysed yet
Ὅτι δὲ καὶ διαφθεῖραντες τροφὴν τινες λύζουσι, τῶν γνωσκομένων ἐστίν· καὶ ριγῶσαντες δὲ πολλοὶ λύζουσιν. Ἔμετον μὲν οὖν εὕρησμεν αὐτάρκες ἴαμα τῶν διὰ πλῆθος ἢ δῆξιν λυζόντων, θερμασίαν δὲ τῶν διὰ ψύξιν. Ὅταν δὲ ὑπὸ πληρώσεως ὑγρῶν γένηται λυγμός, βιαίας δεῖται κενώσεως· τοῦτο δὲ πταρμὸς ἐργάζεται· τοὺς δὲ ἐπὶ κενώσει λυγμοὺς οὐκ ἴαται πταρμός. Διδόναι δὲ τοῖς λύζουσι πῆγανον μετὰ οἴνου, ἢ ζιγγύβερι, ἢ καλαμίνην, ἢ νάρδον κελτικὴν.