Ancient Greek
330.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 330.2
Unproofread scanNot analysed yet
με'. Περὶ λιποθυμίας τῆς ἐπὶ κενώσει. Ἐκ τῶν Γαληνοῦ. Τοῖς διὰ κένωσιν λιποθυμοῦσιν ὕδωρ τε ψυχρὸν προσρᾳίνειν· καὶ τοὺς μυκτήρας ἐπιλαμβάνειν καὶ ἀνατρίβειν τὸ στόμα τῆς γαστρός, καὶ κελεύειν ἔμειν, ἀλλὰ καὶ χεῖρας καὶ σκέλη διαδεῖν· εἶναι δὴ δεῖ τοὺς δεσμοὺς πλεῖονας καὶ σφοδροτέρους· ἄνω μὲν ἐπὶ τοῖς κάτω, κάτω δὲ ἐπὶ τοῖς ἄνω. Ἰᾶται δὲ καὶ οἶνος ψυχρῷ κεκραμένος τὰς ἐπὶ ταῖς ἀθρόαις κενώσεισιν ἐκλύσεις, εἰ μηδὲν καλύει. Λουτρὰ δὲ τοῖς μὲν ἐπὶ τὴν γαστέραν ρέυμασιν ἐπιτηδειότατα· τὰς δὲ αἱμορραγίας δεινῶς παροξύνει. Καὶ ὅσοι διὰ πλῆθος ἱδρωτῶν λιποθυμοῦσι, καὶ τούτοις ἐναντιώτατα· καὶ γὰρ σῑύψειν καὶ ψύχειν αὐτῶν τὸ δέρμα δεῖ, οὐ χαλᾶν. Καὶ τὸν οἶνον μάλιστα τούτοις ψυχρὸν διδόναι.