Ancient Greek
332.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 332.2
Unproofread scanNot analysed yet
1. οἰκειότερον ex em. ; οἰκ. ἐσλιν Codd. ΛΟΓΟΣ Ζ'. α'. Περὶ τῶν ἀπλῶν ἑλκῶν. Ἐπειδὴ τὸ ἀπλοῦν ἕλκος διαίρεσίς ἐστι μόνον, εἴ τις συναγάγοι τὰ διαιρεθέντα δεσμὸν ἐν κύκλῳ περιθεὶς, συμφυήσεται τὰ διεσιῶτα μέρη· χωρὶς ἑτέρας τινὸς πραγματείας. Δεῖ δὲ ὅταν μὲν κατὰ ἕν τι τῶν χειλῶν ἐκτραμμένον ἢ τὸ ἕλκος εἰς τὸ σπλάγιον, ἐκεῖθεν τὴν ἀρχὴν ποιεῖσθαι τῆς ἐπιδέσεως καὶ περιτρέπειν εἰς τἀναντία· ἐπὶ ἀμφοτέρα δὲ οὖσης τῆς ἐκτροπῆς τὴν ἀπὸ δυοῖν ἀρχῶν παραλαμβάνειν ἐπίδεσιν καὶ προσάγειν οὕτω τὰ χείλη· μηδενὸς γὰρ τῶν χειλῶν μεταξὺ παρεμπεσόντος, οἷον τριχός, ἢ ψάμμου, ἢ ἐλαίου, ἢ ρύπου, ἢ τινὸς τοιούτου, πάντως συμφυήσεται τὸ ἕλκος. Μεγάλου δὲ ἔντος τοῦ ἑλκοῦς, ὡς μὴ δύνασθαι τὰ κεχωρισμένα διὰ