Ancient Greek
334.7
Oribasius Med., Synopsis Ad Eustathium Filium 334.7
Unproofread scanNot analysed yet
πτον καὶ μελίκρατον· τῶν δὲ ἄλλων καταπλασσόμενα, καὶ ἰτέας, καὶ αὶ τὰ φύλλα καὶ ὁ χυλὸς καὶ ὁ φλοιὸς ἀλὸν ἠφανθεῖσαν, ἢ ἀριστολοχίαν τρίψας μετὰ ὕδατος · τοῦτο δὲ καὶ ὀστᾶ ἀνάγει. Ἡ λιβανωτὸν καὶ σμύρναν ἴσα τρίψας καὶ μετὰ μέλιτος καὶ οἴνου συνεψήσας ἕως πάχος σχῇ σύμμετρον, εἰς μύτον χρίων ἐπιτίθει. Πρὸς δὲ τὰ τραύματα τὰ περιωδυνοῦντα καὶ φλεγμαίνοντα ῥόδαν γλυκεῖαν ἐψήσας ἐν οἴνῳ καὶ τρίψας κατάπλασσε. Θαυμασίον τοῦτο καὶ πολύχρηστον · πρὸς τε γὰρ τὰ ἐν κεφαλῇ ἕλκη ποιεῖ, καὶ πρὸς τὰ ἐν αἰδοίοις, καὶ πρὸς τὰ ἐν ὅλῳ τῷ σώματι περιωδυνοῦντα, καὶ πρὸς ὀφθαλμοὺς φλεγμαινόνας.