Ancient Greek
344.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 344.1
Unproofread scanNot analysed yet
ποιητέον, καὶ μάλιστα ὅταν ἁλατέα τυγχάνῃ ὄντα τὰ ἐξαν-5 θήματα· τὰ γὰρ τοιαῦτα δηλοῖ τὸν χυμὸν οὐ θερμὸν καὶ λεπτὸν ὑπάρχειν, ἀλλὰ ἰκανῶς ψυχρὸν καὶ παχύν. Δάφνης οὖν φύλλων 5 ἀπαλῶν καὶ πηγάνου καὶ μάννης ἴσον ἑκάστου τριψὰς καὶ διεῖς ἐν ἐλαίῳ κατάχρει. Σταφίδα ἀγρίαν ψάξας καὶ τριψὰς καὶ λιβανωτὸν 6 μετὰ ἐλαίου διεῖς ἐπάλειφε· ἢ σεῦτλον ἀπαλὸν ἐψήσας καὶ τριψὰς κατὰπλασε· κηροῦ Λʹ, θείου ἴσον, ἄλός Λς. Τὰ ξηρὰ τριψὰς 7 καὶ ἐπιχέας ἐλαίου κοτύλης ἡμισυ, πάντα ὁμοῦ ἕψει, καὶ γενομένων ἐμπλαστίων χρῶ· προσεδρεύειν δὲ χρὴ τῇ ἕψει· ἀγαθὸν σφόδρα 10 τὸ φάρμακον.