Ancient Greek
345.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 345.1
Unproofread scanNot analysed yet
δυνος ἢ ψώρας ἢ λέπρας, ἢ τινα τῶν κακοήθων ἐλκῶν συσήναι· καλύσεις δὲ ἢ διὰ φαρμάκων ἀποκρουόμενος, ἢ διὰ τοῦ καρτερεῖν κυνησιῶντα καὶ μὴ ψαύειν· παύεσθαι γὰρ πέφυκεν ἡ κυήσις καὶ οὕτως. Πρὸς δὲ τοὺς ψωρῶδεις κυνησμοὺς Θαλάσση Θερμή, ἢ ὄξει Θερμῷ λούε, ἢ σικύου ἀγρίου ἀφεψήματι ὁμοίως· ἡ ἀμπέλου παλαιᾶς φλοιὸν φρύξον ἐπὶ ὀστράκου, καὶ τρίψας προεπαλείψας τε τὸν ψωριῶντα τόπον βουτύρῳ ἐπίπασσε τοῦτο καὶ κατάδει, χρῶ τε τῷ φαρμάκῳ μέχρις ἂν ὑγιασθῇ. Τὸ δὲ ὄπιον μετὰ ὑγρᾶς κηρωτῆς συναλειφόμενον τοὺς κυνησμοὺς καὶ τὰ ψυδράκια παρηγορεῖ.