Ancient Greek
356.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 356.9
Unproofread scanNot analysed yet
τῶν αἰγείρων ἄκοπον καὶ ὅσα τούτῳ ὅμοια. Δεῖ δὲ ἐπὶ τῶν ἐν βάθει ὅλον ἐκχύμωμα, συμφύεται ῥάδιως ἡ διασπᾶσα σάρξ· ἐὰν δὲ χρόνίσῃ, καὶ ῥύπος ὑποτραφῇ, συμφυῆναι τὰ ῥήγματα λοιπὸν ἀδύνατον, παρατίθεται δὲ ἀλλήλοις τὰχελῆ μόνον, ὡς καὶ μικρὰν πρόφασιν ῥάδιως αὐτὰ διισᾶν, ἐμπίπλασθαι τε τὴν μεταξὺ χώραν αὐτῶν ὑγρότητός τινος καὶ τρόπον τινὰ συνεχῶς ἐκχύμωμα γίνεσθαι παραπλήσιον τῷ κατὰ ἀρχὰς, πλὴν ὅτι ἑᾶτλον ἐκείνου διαφορούμενον, ἄτε ἰχῶρα λεπτὸν περιέχον, τοῦ κατὰ ἀρχὰς ἐξ αἵματος 5 συνισταμένου. Τὸ δὲ σπᾶσμα γίνεται διασπωμένων τινῶν ἰνῶν, καὶ παρηγορίας δεῖται μόνης ἄχρις ἀνωδυνίας· κολληθῆναι γὰρ αὐ- 6 τὰς οὐ δυνατόν. Ἀριστολογία σίρογγύλῃ ῥήγμασι καὶ σπάσμασιν, 10 εἴ πέρ τι καὶ ἄλλο, ἐπιτηδεῖον, κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα ὁμοίως καὶ ὁ χυλὸς αὐτῆς, ῥῆον, κόστος, βδέλλιον σὺν ὀξυμέλιτι πινόμενον.