Ancient Greek
359.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 359.1
Unproofread scanNot analysed yet
μελιτι μιξας εἰς ὀθόνιον ἐμπλάσσωσν δαψιλῶς ἐπιτίθει καὶ κατάδει· συντόμως γὰρ ἀνάγει. ιη'. Περί παρανυχίων. 1 Τὴν παρανυχίαν μικρὰν οὖσαν ἐτι καὶ ἀρχομένην κηκὶς μετὰ μελιτος κατασιέλλει καὶ κωλύει συσῆναι· γενομένην δὲ ἤδη τὴν παρὰ φύσιν σάρκα σκοπός ἐστι διὰ τῶν ἀδήκτων ἀναλῶσαι καὶ 5 2 τῆξαι. Ποιεῖ δὲ πρὸς παρανυχίας ὁ τε τῶν ὤτων ρύπος καὶ τὸ 3 λύκιον. Ἐκπυηθεῖσαν δὲ κεντήσας καὶ τὸ ὑγρὸν ἐκχέας, σπογγύιον ἐν ὕδατι βρέξας ἐπιτίθει· ἢ κατάπλασσε φακῶ μετὰ ὕδατος λείψ· ἢ ῥόδοις χλωροῖς ἢ ξηροῖς ἀποβεδρεγμένοις ὕδατι λείοις κατάπλασσε· 4 ἢ ἀλφίτῳ λείψ μετὰ ὕδατος. Δεῖ δὲ καὶ διασιέλλειν τὴν σάρκα σαν- 10 5 ταχθέν ἀπὸ τοῦ ὀνυχος ξύσμασιν ὀθονίου. Τοὺς δὲ τεθλασμένους ὀνυχας μυρσίνης καὶ ῥοιάς φύλλοις ἀπαλοῖς λείοις κατάπλασσε.