Ancient Greek
367.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 367.2
Unproofread scanNot analysed yet
κα'. Πρὸς οὐλὰς μελαῖνας καὶ λειχήνας καὶ στίγματα. 1 Οὐλὰς μελαῖνας αἴρει βρυωνίας ῥίζης λευκῆς καὶ μελαίνης ἐψηθείσης ἐν ἐλαίῳ ἄχρι χυλώσεως τὸ ἔλαιον ἐπιχρισμένον, καλαμίνθη 2 ἐν οἴνῳ ἐφθῆ, λιθάργυρος πεπλυμένη σὺν ῥοδίνῳ λευκῷ. Τὰς δὲ ἐκ λειχήνων οὐλὰς ὁμοχρόους ποιεῖ, καὶ τὰς ἄλλας ὄνειον σίεαρ καταχρισμένον, εὐζώμου σπέρμα λεῖον μετὰ χολῆς αἰγὸς καὶ βοὸς καὶ προβάτου καταχρισμένον, εἶτα ὅταν ξηρανθῇ ἀποτριβόμενον, καὶ τοῦ λαχάνου δὲ τοῦ εὐζώμου χυλὸς καταχρισμένος σὺν λιθαρ- 3 γύρῳ. Στίγματα δὲ ἐξαιρεῖ βατραχίου καταπλασθέν, ἢ καππάρεως