Ancient Greek
374.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 374.1
Unproofread scanNot analysed yet
τάσις τῷ μορίῳ πλείων ἢ πρόσθεν· ἡ δὲ ἄκμὴ τοῦ πύου μὲν ἤδη συνισταμένου, μεγίστων δὲ γινομένων τῶν πόνων· παρακμὴ δὲ ἅνιχα διαφορούμενον τὸ ῥεῦμα τὸν τε ὄγκον καὶ τὴν τάσιν ἐλαττώ-σει. Κατὰ μὲν οὖν τὰς ἀρχὰς τῇ ἀποκρουστικῇ δυνάμει χρησόμεθα 2 κατὰ ἑαυτήν· ἐν δὲ ταῖς αὐξήσεσι ταύτην μὲν ἐλαττοῦν, προστιθέναι δὲ τι τοῖς διαφορητικοῖς, ἐν δὲ ταῖς ἄκμαις ἴσαις χρῆσθαι ταῖς δυ-νάμεσι τῇ τε ἀποκρουστικῇ καὶ τῇ διαφορητικῇ. Ὀδύνης δὲ οὔσης 3 σφοδρᾶς χρεία τῆς παρηγορητικῆς δυνάμεως. Ἐν δὲ ταῖς παρακμαῖς 4 τῇ διαφορητικῇ μόνῃ χρησόμεθα μηδενὸς σιύφοντος παραπλεκο-μένου. Ἑλένη πρὸς τὰς φλεγμονὰς ἀρμόζει ἐν ἀρχῇ τε καὶ ἀνα-5 βάσει· γλαύκιον ὁμοίως. Ἄτραφαξὺς καὶ μαλάχη ταῖς μὲν ἀρχο-6 μέναις καὶ αὐξανόμεναις καὶ οἷον ζεούσαις αἱ κηπευόμεναι, ταῖς δὲ παρακμαζούσαις καὶ σκληρυνόμεναις καὶ ἀποψυχόμεναις αἱ ἄγριαι συμφωτέρας. Θρίδαξ καὶ κολοκύνθη πρὸς τὰς θερμὰς ἐπιπλατ-7